Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.5.2 | Hdt. 9.7.1 (English) | >>Hdt. 9.7B.2 |
9.6.1
ἐς δὲ τὴν Σαλαμῖνα διέβησαν οἱ Ἀθηναῖοι ὧδε . ἕως μὲν προσεδέκοντο ἐκ τῆς Πελοποννήσου στρατὸν ἥξειν τιμωρήσοντά σφι , οἱ δὲ ἔμενον ἐν τῇ Ἀττικῇ · ἐπεὶ δὲ οἱ μὲν μακρότερα καὶ σχολαίτερα ἐποίεον , ὁ δὲ ἐπιὼν καὶ δὴ ἐν τῇ Βοιωτίῃ ἐλέγετο εἶναι , οὕτω δὴ ὑπεξεκομίσαντό τε πάντα καὶ αὐτοὶ διέβησαν ἐς Σαλαμῖνα , ἐς Λακεδαίμονά τε ἔπεμπον ἀγγέλους ἅμα μὲν μεμψομένους τοῖσι Λακεδαιμονίοισι ὅτι περιεῖδον ἐμβαλόντα τὸν βάρβαρον ἐς τὴν Ἀττικὴν ἀλλʼ οὐ μετὰ σφέων ἠντίασαν ἐς τὴν Βοιωτίην , ἅμα δὲ ὑπομνήσοντας ὅσα σφι ὑπέσχετο ὁ Πέρσης μεταβαλοῦσι δώσειν , προεῖπαί τε ὅτι εἰ μὴ ἀμυνεῦσι Ἀθηναίοισι , ὡς καὶ αὐτοί τινα ἀλεωρὴν εὑρήσονται .
ch. 7
9.7.1
ch. 7A
9.7A.1
“
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.5.2 | Hdt. 9.7.1 (English) | >>Hdt. 9.7B.2 |